Add parallel Print Page Options

51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ [a]πρόσωπον [b]ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, [c]ὡς ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ [d]μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι [e]αὐτούς; 55 στραφεὶς δὲ ἐπετίμησεν [f]αὐτοῖς. 56 [g]καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

57 [h]Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου [i]ἐὰν [j]ἀπέρχῃ. 58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· [k]Κύριε, ἐπίτρεψόν μοι [l]ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60 εἶπεν δὲ [m]αὐτῷ· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. 61 εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62 εἶπεν δὲ [n]ὁ Ἰησοῦς· Οὐδεὶς ἐπιβαλὼν τὴν [o]χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν [p]τῇ βασιλείᾳ τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 πρόσωπον WH NIV ] + αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 ἐστήρισεν WH Treg NIV ] ἐστήριξεν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:52 ὡς WH NIV ] ὥστε Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 αὐτούς WH Treg NIV ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:55 αὐτοῖς WH Treg NIV ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:56 καὶ WH Treg NIV ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 Καὶ WH Treg NIV ] Ἐγένετο δὲ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 ἐὰν WH Treg NIV ] ἂν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:57 ἀπέρχῃ WH Treg NIV ] + κύριε RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:59 Κύριε Treg NIV RP ] – WH
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:59 ἀπελθόντι πρῶτον NIV RP ] πρῶτον ἀπελθόντι WH Treg
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:60 αὐτῷ WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:62 ὁ Ἰησοῦς NIV ] πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA; ὁ Ἰησοῦς πρὸς αὐτὸν Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:62 χεῖρα WH NIV ] + αὐτοῦ Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:62 τῇ βασιλείᾳ WH Treg NIV ] εἰς τὴν βασιλείαν RP